Tregelles(i) 14 Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε ἐν τάχει· 15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας.