1 John 2:28-29

Tregelles(i) 28 καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ ἵνα ἐὰν φανερωθῇ, σχῶμεν παῤῥησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29 ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.