SBLGNT(i)
6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 7 Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ⸀ὑμᾶς, εἰς δόξαν ⸀τοῦ θεοῦ. 8 λέγω ⸀γὰρ ⸀Χριστὸν διάκονον ⸀γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, 9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνοματί σου ψαλῶ. 10 καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. 11 καὶ πάλιν· Αἰνεῖτε, ⸂πάντα τὰ ἔθνη, τὸν κύριον⸃, καὶ ⸀ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.
Romans 15:6-11
SBL Greek NT Apparatus
7 ὑμᾶς Treg NIV RP ] ἡμᾶς WH • τοῦ WH Treg NIV ] – RP
8 γὰρ WH Treg NIV ] δέ RP • Χριστὸν WH Treg NIV ] + Ἰησοῦν RP • γεγενῆσθαι WH NIV RP ] γένεσθαι Treg
11 πάντα τὰ ἔθνη τὸν κύριον WH Treg NIV ] τὸν κύριον πάντα τὰ ἔθνη RP • ἐπαινεσάτωσαν WH Treg NIV ] ἐπαινέσατε RP