Romans 14:9-12

SBLGNT(i) 9 εἰς τοῦτο γὰρ ⸀Χριστὸς ⸀ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. 10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ ⸀θεοῦ, 11 γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ⸂πᾶσα γλῶσσα ἐξομολογήσεται⸃ τῷ θεῷ. 12 ⸀ἄρα ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον ⸀δώσει.
SBL Greek NT Apparatus

9 Χριστὸς WH Treg NIV ] + καὶ RP • ἀπέθανεν WH Treg NIV ] + καὶ ἀνέστη RP
10 θεοῦ WH Treg NIV ] χριστοῦ RP
11 πᾶσα γλῶσσα ἐξομολογήσεται WH NIV RP ] ἐξομολογήσεται πᾶσα γλῶσσα Treg
12 ἄρα Treg ] + οὖν WH NIV RP • δώσει Holmes WHmarg ] + τῷ θεῷ WH NIV RP; ἀποδώσει τῷ θεῷ Treg