SBLGNT(i)
12 Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ⸂ἐγένετο μέλας⸃ ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, 13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ ⸀βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, 14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
Revelation 6:12-14
SBL Greek NT Apparatus
12 ἐγένετο μέλας WH Treg NIV ] μέλας ἐγένετο RP
13 βάλλει WH Treg NIV ] βαλοῦσα RP
12 ἐγένετο μέλας WH Treg NIV ] μέλας ἐγένετο RP
13 βάλλει WH Treg NIV ] βαλοῦσα RP