SBLGNT(i)
4 καὶ κυκλόθεν τοῦ θρόνου ⸀θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς ⸀θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ⸀ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ⸀ἅ εἰσιν ⸀τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, 6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν·
Revelation 4:4-6
SBL Greek NT Apparatus
4 θρόνοι WH Treg RP ] θρόνους NIV • θρόνους WH Treg NIV ] + τοὺς RP • ἐν Treg NIV RP ] – WH
5 ἅ WH NIV ] αἵ Treg; αὐτοῦ αἵ RP • τὰ WH Treg NIV ] – RP
4 θρόνοι WH Treg RP ] θρόνους NIV • θρόνους WH Treg NIV ] + τοὺς RP • ἐν Treg NIV RP ] – WH
5 ἅ WH NIV ] αἵ Treg; αὐτοῦ αἵ RP • τὰ WH Treg NIV ] – RP