SBLGNT(i)
13 καὶ περιβεβλημένος ἱμάτιον ⸀βεβαμμένον αἵματι, καὶ ⸀κέκληται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. 14 καὶ τὰ στρατεύματα ⸀τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. 15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ⸀ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. 16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
Revelation 19:13-16
SBL Greek NT Apparatus
13 βεβαμμένον Treg NIV RP ] ῤεραντισμένον WH • κέκληται WH Treg NIV ] καλεῖται RP
14 τὰ WH NIV RP ] – Treg
15 ῥομφαία WH Treg NIV ] + δίστομος RP
13 βεβαμμένον Treg NIV RP ] ῤεραντισμένον WH • κέκληται WH Treg NIV ] καλεῖται RP
14 τὰ WH NIV RP ] – Treg
15 ῥομφαία WH Treg NIV ] + δίστομος RP