Revelation 13:12-17

SBLGNT(i) 12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ⸀ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα ⸀προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 13 καὶ ποιεῖ σημεῖα μεγάλα, ⸂ἵνα καὶ πῦρ ποιῇ⸃ ἐκ τοῦ οὐρανοῦ ⸂καταβαίνειν εἰς⸃ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14 καὶ πλανᾷ ⸀τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ⸂ὃς ἔχει⸃ τὴν πληγὴν ⸂τῆς μαχαίρης καὶ ἔζησεν⸃. 15 καὶ ἐδόθη ⸀αὐτῷ ⸂δοῦναι πνεῦμα⸃ τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ⸀ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. 16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα ⸀δῶσιν αὐτοῖς ⸀χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, 17 καὶ ἵνα μή τις ⸀δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
SBL Greek NT Apparatus

12 ποιεῖ WH Treg NIV ] ἐποίει RP • προσκυνήσουσιν WH Treg NIV ] προσκυνήσωσιν RP
13 ἵνα καὶ πῦρ ποιῇ WH Treg NIV] καὶ πῦρ ἵνα RP • καταβαίνειν εἰς WH Treg NIV ] καταβαίνῃ ἐπὶ RP
14 τοὺς WH Treg NIV ] + ἐμοὺς τοὺς RP • ὃς ἔχει WH Treg NIV ] ὃ εἶχεν RP • τῆς μαχαίρης καὶ ἔζησεν WH Treg NIV ] καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρης RP
15 αὐτῷ Treg NIV RP ] αὐτῇ WH • δοῦναι πνεῦμα WH Treg NIV ] πνεῦμα δοῦναι RP • ἵνα WH Treg NIV ] – RP
16 δῶσιν WH Treg NIV ] δώσωσιν RP • χάραγμα WH Treg NIV ] χαράγματα RP
17 δύνηται WH Treg NIV ] δύναται RP