Revelation 13:1-7

SBLGNT(i) 1 Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ⸀ὀνόματα βλασφημίας. 2 καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. 3 καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ⸀ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ⸀ἐθαυμάσθη ⸂ὅλη ἡ γῆ⸃ ὀπίσω τοῦ θηρίου, 4 καὶ προσεκύνησαν τῷ δράκοντι ⸂ὅτι ἔδωκεν⸃ τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς ⸀δύναται πολεμῆσαι μετ’ αὐτοῦ; 5 Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ ⸀βλασφημίας, καὶ ἐδόθη αὐτῷ ⸀ἐξουσία ποιῆσαι μῆνας ⸀τεσσεράκοντα δύο. 6 καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς ⸀βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. 7 καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
SBL Greek NT Apparatus

1 ὀνόματα WH Treg RP NA ] ὄνομα NIV
3 ὡς WH Treg NIV ] ὡσεὶ RP • ἐθαυμάσθη WH Treg NIV ] ἐθαύμασεν RP • ὅλη ἡ γῆ WH NIV RP ] ἐν ὅλῃ τῇ γῇ Treg
4 ὅτι ἔδωκεν WH Treg NIV ] τῷ δεδωκότι RP • δύναται WH Treg NIV ] δύνατος RP
5 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP • ἐξουσία WH Treg NIV ] + πόλεμον RP • τεσσεράκοντα Treg RP] + καὶ WH NIV
6 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP