SBLGNT(i)
10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ’ αὐτοῖς καὶ ⸀εὐφραίνονται, καὶ δῶρα ⸀πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ⸂ἐν αὐτοῖς⸃, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ⸀ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς· 12 καὶ ⸀ἤκουσαν ⸂φωνῆς μεγάλης⸃ ἐκ τοῦ οὐρανοῦ ⸀λεγούσης αὐτοῖς· ⸀Ἀνάβατε ὧδε, καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 13 καὶ ἐν ἐκείνῃ τῇ ⸀ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.
Revelation 11:10-13
SBL Greek NT Apparatus
10 εὐφραίνονται WH Treg NIV ] εὐφρανθήσονται RP • πέμψουσιν WH Treg NIV ] δώσουσιν RP
11 ἐν αὐτοῖς WH Treg NIV ] εἰς αὐτούς RP • ἐπέπεσεν WH Treg NIV ] ἔπεσεν RP
12 ἤκουσαν WH Treg NIV ] ἤκουσα RP • φωνῆς μεγάλης WH Treg NIV ] φωνὴν μεγάλην RP • λεγούσης WH Treg NIV ] λέγουσαν RP • Ἀνάβατε WH Treg NIV ] Ἀνάβητε RP
13 ὥρᾳ WH Treg NIV ] ἡμέρᾳ RP