Philippians 3:12-15

SBLGNT(i) 12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ ⸀Χριστοῦ. 13 ἀδελφοί, ἐγὼ ἐμαυτὸν ⸀οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14 κατὰ σκοπὸν διώκω ⸀εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. 15 ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει·
SBL Greek NT Apparatus

12 Χριστοῦ Treg ] Χριστοῦ Ἰησοῦ WH NIV; τοῦ Χριστοῦ Ἰησοῦ RP
13 οὐ Treg RP NA ] οὔπω WH NIV
14 εἰς WH Treg NIV ] ἐπὶ RP