Philippians 2:4-8

SBLGNT(i) 4 μὴ τὰ ἑαυτῶν ⸀ἕκαστοι ⸀σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ⸁ἕκαστοι. 5 τοῦτο ⸀φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, 6 ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, 7 ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος 8 ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·
SBL Greek NT Apparatus

4 ⸀ἕκαστοι WH Treg ] ἕκαστος NIV RP • σκοποῦντες WH Treg NIV ] σκοπεῖτε RP • ⸁ἕκαστοι WH Treg NIV ] ἕκαστος RP
5 φρονεῖτε WH Treg NIV ] γὰρ φρονείσθω RP