SBLGNT(i)
20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ⸀Χριστῷ. 21 πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ⸀ἃ λέγω ποιήσεις. 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. 23 ⸀Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, 24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. 25 Ἡ χάρις τοῦ ⸀κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ⸀ὑμῶν.
Philemon 1:20-25
SBL Greek NT Apparatus
20 Χριστῷ WH Treg NIV ] κυρίῳ RP
21 ἃ WH Treg NIV ] ὃ RP
23 Ἀσπάζεταί WH Treg NIV ] Ἀσπάζονταί RP
25 κυρίου WH NIV ] + ἡμῶν Treg RP • ὑμῶν WH Treg NIV ] + Ἀμήν RP
20 Χριστῷ WH Treg NIV ] κυρίῳ RP
21 ἃ WH Treg NIV ] ὃ RP
23 Ἀσπάζεταί WH Treg NIV ] Ἀσπάζονταί RP
25 κυρίου WH NIV ] + ἡμῶν Treg RP • ὑμῶν WH Treg NIV ] + Ἀμήν RP