SBLGNT(i)
24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ⸀ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν⸃ ἐπὶ τὴν πέτραν. 25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν⸃ ἐπὶ τὴν ἄμμον. 27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
Matthew 7:24-27
SBL Greek NT Apparatus
24 ὁμοιωθήσεται WH Treg NIV ] ὁμοιώσω αὐτὸν RP • αὐτοῦ τὴν οἰκίαν WH Treg NIV ] τὴν οἰκίαν αὐτοῦ RP
26 αὐτοῦ τὴν οἰκίαν WH Treg NIV ] τὴν οἰκίαν αὐτοῦ RP
24 ὁμοιωθήσεται WH Treg NIV ] ὁμοιώσω αὐτὸν RP • αὐτοῦ τὴν οἰκίαν WH Treg NIV ] τὴν οἰκίαν αὐτοῦ RP
26 αὐτοῦ τὴν οἰκίαν WH Treg NIV ] τὴν οἰκίαν αὐτοῦ RP