SBLGNT(i)
11 Ἐγὼ μὲν ⸂ὑμᾶς βαπτίζω⸃ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ ⸂καὶ πυρί⸃· 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ⸀ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. 13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. 14 ὁ δὲ ⸀Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
Matthew 3:11-14
SBL Greek NT Apparatus
11 ὑμᾶς βαπτίζω WH Treg NIV ] βαπτίζω ὑμᾶς RP • καὶ πυρί WH Treg NIV ] – RP
12 ἀποθήκην WH NIV RP ] + αὐτοῦ Treg
14 Ἰωάννης Treg NIV RP ] – WH
11 ὑμᾶς βαπτίζω WH Treg NIV ] βαπτίζω ὑμᾶς RP • καὶ πυρί WH Treg NIV ] – RP
12 ἀποθήκην WH NIV RP ] + αὐτοῦ Treg
14 Ἰωάννης Treg NIV RP ] – WH