SBLGNT(i)
21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· ⸀Τὸν Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; ⸀λέγουσιν πάντες· Σταυρωθήτω. 23 ὁ ⸀δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω. 24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ⸀ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ ⸀αἵματος τούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
Matthew 27:21-26
SBL Greek NT Apparatus
21 Τὸν WH Treg NIV ] – RP
22 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
23 δὲ WH Treg NIV ] + ἡγεμὼν RP
24 ἀπέναντι NIV RP ] κατέναντι WH Treg • αἵματος WH NIV ] + τοῦ δικαίου Treg RP
21 Τὸν WH Treg NIV ] – RP
22 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
23 δὲ WH Treg NIV ] + ἡγεμὼν RP
24 ἀπέναντι NIV RP ] κατέναντι WH Treg • αἵματος WH NIV ] + τοῦ δικαίου Treg RP