SBLGNT(i)
30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν ⸀τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ⸀σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως ⸀τῶν ἄκρων αὐτῶν. 32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸂πάντα ταῦτα⸃, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34 ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν ⸂οὐδὲ ὁ υἱός⸃, εἰ μὴ ὁ ⸀πατὴρ μόνος.
Matthew 24:30-36
SBL Greek NT Apparatus
30 τῷ RP ] – WH Treg NIV
31 σάλπιγγος WH NIV ] + φωνῆς Treg RP • τῶν WH Treg NIV ] – RP
33 πάντα ταῦτα WH NIV ] ταῦτα πάντα Treg RP
34 ὅτι WH Treg NIV ] – RP
35 παρελεύσεται WH Treg NIV ] παρελεύσονται RP
36 οὐδὲ ὁ υἱός WH NIV ] – Treg RP • πατὴρ WH Treg NIV ] + μου RP
30 τῷ RP ] – WH Treg NIV
31 σάλπιγγος WH NIV ] + φωνῆς Treg RP • τῶν WH Treg NIV ] – RP
33 πάντα ταῦτα WH NIV ] ταῦτα πάντα Treg RP
34 ὅτι WH Treg NIV ] – RP
35 παρελεύσεται WH Treg NIV ] παρελεύσονται RP
36 οὐδὲ ὁ υἱός WH NIV ] – Treg RP • πατὴρ WH Treg NIV ] + μου RP