Matthew 24:1-2

SBLGNT(i) 1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ⸂ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο⸃, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· 2 ὁ δὲ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ⸂ταῦτα πάντα⸃; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
SBL Greek NT Apparatus

1 ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο WH Treg NIV ] ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP
2 ἀποκριθεὶς WH Treg NIV ] Ἰησοῦς RP • ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP