SBLGNT(i)
18 ⸀Πρωῒ δὲ ⸀ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν. 19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· ⸀Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. 20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; 21 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· 22 καὶ πάντα ὅσα ⸀ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.
Matthew 21:18-22
SBL Greek NT Apparatus
18 Πρωῒ WH Treg NIV ] Πρωῒας RP • ἐπανάγων Treg NIV RP ] ἐπαναγαγὼν WH
19 Μηκέτι Treg NIV RP ] Οὐ μηκέτι WH
22 ἂν WH NIV ] ἐὰν Treg RP
18 Πρωῒ WH Treg NIV ] Πρωῒας RP • ἐπανάγων Treg NIV RP ] ἐπαναγαγὼν WH
19 Μηκέτι Treg NIV RP ] Οὐ μηκέτι WH
22 ἂν WH NIV ] ἐὰν Treg RP