Matthew 21:1-7

SBLGNT(i) 1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ ⸀εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ⸀Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς 2 λέγων αὐτοῖς· ⸀Πορεύεσθε εἰς τὴν κώμην τὴν ⸀κατέναντι ὑμῶν, καὶ ⸀εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ⸀ἀγάγετέ μοι. 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· ⸀εὐθὺς δὲ ⸀ἀποστελεῖ αὐτούς. 4 Τοῦτο ⸀δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· 5 Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ⸀ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. 6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς ⸀συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς 7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ⸀ἐπ’ αὐτῶν τὰ ⸀ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
SBL Greek NT Apparatus

1 εἰς WH Treg NIV ] πρὸς RP • Ἰησοῦς WH NIV ] ὁ Ἰησοῦς Treg RP
2 Πορεύεσθε WH Treg NIV ] Πορεύθητε RP • κατέναντι WH Treg NIV ] ἀπέναντι RP • εὐθέως Treg NIV RP ] εὐθὺς WH • ἀγάγετέ WH NIV RP ] ἄγετέ Treg
3 εὐθὺς WH Treg NIV ] εὐθέως RP • ἀποστελεῖ WH Treg NIV ] ἀποστέλλει RP
4 δὲ WH Treg NIV ] + ὅλον RP
5 ἐπὶ WH Treg NIV ] – RP
6 συνέταξεν WH Treg NIV ] προσέταξεν RP
7 ἐπ᾽ WH Treg NIV ] ἐπάνω RP • ἱμάτια WH Treg NIV ] + αὐτῶν RP