SBLGNT(i)
4 ὁ δὲ ἀποκριθεὶς ⸀εἶπεν· Οὐκ ἀνέγνωτε ὅτι ὁ ⸀κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς 5 καὶ εἶπεν· ⸀Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ⸀κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; 6 ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. 7 λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ⸀αὐτήν; 8 λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
Matthew 19:4-8
SBL Greek NT Apparatus
4 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP • κτίσας WH Treg NIV ] ποιήσας RP
5 Ἕνεκα WH Treg NIV ] Ἕνεκεν RP • κολληθήσεται WH Treg NIV ] προσκολληθήσεται RP
7 αὐτήν NIV RP ] – WH Treg
4 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP • κτίσας WH Treg NIV ] ποιήσας RP
5 Ἕνεκα WH Treg NIV ] Ἕνεκεν RP • κολληθήσεται WH Treg NIV ] προσκολληθήσεται RP
7 αὐτήν NIV RP ] – WH Treg