Matthew 14:8-11

SBLGNT(i) 8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9 καὶ ⸂λυπηθεὶς ὁ βασιλεὺς διὰ⸃ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι, 10 καὶ πέμψας ἀπεκεφάλισεν ⸀τὸν Ἰωάννην ἐν τῇ φυλακῇ· 11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
SBL Greek NT Apparatus

9 λυπηθεὶς ὁ βασιλεὺς διὰ WH Treg NIV ] ἐλυπήθη ὁ βασιλεύς διὰ δὲ RP
10 τὸν NIV RP ] – WH Treg