SBLGNT(i)
28 καὶ μὴ ⸀φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· ⸁φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον ⸀καὶ ψυχὴν ⸁καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. 29 οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. 30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. 31 μὴ οὖν ⸀φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
Matthew 10:28-31
SBL Greek NT Apparatus
28 ⸀φοβεῖσθε Treg NIV RP ] φοβηθῆτε WH • ⸁φοβεῖσθε WH NIV ] φοβήθητε Treg RP • ⸀καὶ WH Treg NIV ] + τὴν RP • ⸁καὶ WH Treg NIV ] + τὸ RP
31 φοβεῖσθε WH Treg NIV ] φοβηθῆτε RP
28 ⸀φοβεῖσθε Treg NIV RP ] φοβηθῆτε WH • ⸁φοβεῖσθε WH NIV ] φοβήθητε Treg RP • ⸀καὶ WH Treg NIV ] + τὴν RP • ⸁καὶ WH Treg NIV ] + τὸ RP
31 φοβεῖσθε WH Treg NIV ] φοβηθῆτε RP