SBLGNT(i)
33 Καὶ ⸀ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ⸀ὁδῷ διελογίζεσθε; 34 οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· 37 Ὃς ⸀ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ⸁ἂν ἐμὲ ⸀δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.
Mark 9:33-37
SBL Greek NT Apparatus
33 ἦλθον WH Treg NIV ] ἦλθεν RP • ὁδῷ WH Treg NIV ] + πρὸς ἑαυτοὺς RP
37 ⸀ἂν WH Treg NIV ] ἐὰν RP • ⸁ἂν WH Treg NIV ] ἐὰν RP • δέχηται WH Treg NIV ] δέξηται RP
33 ἦλθον WH Treg NIV ] ἦλθεν RP • ὁδῷ WH Treg NIV ] + πρὸς ἑαυτοὺς RP
37 ⸀ἂν WH Treg NIV ] ἐὰν RP • ⸁ἂν WH Treg NIV ] ἐὰν RP • δέχηται WH Treg NIV ] δέξηται RP