Mark 9:22-24

SBLGNT(i) 22 καὶ πολλάκις ⸂καὶ εἰς πῦρ αὐτὸν⸃ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι ⸀δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ ⸀δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 ⸀εὐθὺς κράξας ὁ πατὴρ τοῦ ⸀παιδίου ἔλεγεν· ⸀Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ.
SBL Greek NT Apparatus

22 καὶ εἰς πῦρ αὐτὸν WH NIV ] αὐτὸν καὶ εἰς πῦρ Treg; αὐτὸν καὶ εἰς τὸ πῦρ RP • δύνῃ WH Treg NIV ] δύνασαι RP
23 δύνῃ WH Treg NIV ] δύνασαι πιστεῦσαι RP
24 εὐθὺς WH NIV ] καὶ εὐθὺς Treg; καὶ εὐθέως RP • παιδίου WH Treg NIV ] + μετὰ δακρύων RP • Πιστεύω WH Treg NIV ] + κύριε RP