SBLGNT(i)
29 καὶ αὐτὸς ⸂ἐπηρώτα αὐτούς⸃· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸀ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός. 30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. 31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ⸀ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
Mark 8:29-31
SBL Greek NT Apparatus
29 ἐπηρώτα αὐτούς WH Treg NIV ] λέγει αὐτοῖς RP • ἀποκριθεὶς WH Treg NIV ] + δὲ RP
31 ὑπὸ WH Treg NIV ] ἀπὸ RP
29 ἐπηρώτα αὐτούς WH Treg NIV ] λέγει αὐτοῖς RP • ἀποκριθεὶς WH Treg NIV ] + δὲ RP
31 ὑπὸ WH Treg NIV ] ἀπὸ RP