Mark 8:19-21

SBLGNT(i) 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους ⸂κλασμάτων πλήρεις⸃ ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα. 20 ὅτε ⸀καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ⸂καὶ λέγουσιν αὐτῷ⸃· Ἑπτά. 21 καὶ ἔλεγεν αὐτοῖς· ⸀Οὔπω συνίετε;
SBL Greek NT Apparatus

19 κλασμάτων πλήρεις WH Treg NIV ] πλήρεις κλασμάτων RP
20 καὶ NIV ] – WH NA; δὲ Treg RP • καὶ λέγουσιν αὐτῷ WH NIV ] οἱ δὲ εἶπον Treg RP
21 Οὔπω WH NIV ] Πῶς Treg; Πῶς οὐ RP