Mark 6:36-44

SBLGNT(i) 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ⸂τί φάγωσιν⸃. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ ⸀δώσομεν αὐτοῖς φαγεῖν; 38 ὁ δὲ λέγει αὐτοῖς· Πόσους ⸂ἔχετε ἄρτους⸃; ⸀ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν αὐτοῖς ⸀ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ ⸀κατὰ ἑκατὸν καὶ ⸁κατὰ πεντήκοντα. 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀αὐτοῦ ἵνα ⸀παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· 43 καὶ ἦραν ⸂κλάσματα δώδεκα κοφίνων πληρώματα⸃ καὶ ἀπὸ τῶν ἰχθύων. 44 καὶ ἦσαν οἱ φαγόντες ⸂τοὺς ἄρτους⸃ πεντακισχίλιοι ἄνδρες.
SBL Greek NT Apparatus

36 τί φάγωσιν WH Treg NIV ] ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν RP
37 δώσομεν WH Treg NIV ] δῶμεν RP
38 ἔχετε ἄρτους WH ] ἄρτους ἔχετε Treg NIV RP • ὑπάγετε WH Treg NIV ] + καὶ RP
39 ἀνακλῖναι Treg NIV RP ] ἀνακλιθῆναι WH
40 ⸀κατὰ WH Treg NIV ] ἀνὰ RP • ⸁κατὰ WH Treg NIV ] ἀνὰ RP
41 αὐτοῦ NIV RP ] – WH Treg • παρατιθῶσιν WH NIV ] παραθῶσιν Treg RP
43 κλάσματα δώδεκα κοφίνων πληρώματα WH NIV ]  κλασμάτων δώδεκα κοφίνους πληρώματα Treg; κλασμάτων δώδεκα κοφίνους πλήρεις RP
44 τοὺς ἄρτους WH Treg RP NA ] – NIV