SBLGNT(i)
3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ ⸂οὐδὲ ἁλύσει οὐκέτι⸃ οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι 4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ⸂ἴσχυεν αὐτὸν⸃ δαμάσαι· 5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ⸂μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν⸃ ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
Mark 5:3-5
SBL Greek NT Apparatus
3 οὐδὲ ἁλύσει οὐκέτι WH Treg NIV ] οὔτε ἁλύσεσιν RP
4 ἴσχυεν αὐτὸν WH Treg NIV ] αὐτὸν ἴσχυεν RP
5 μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν WH Treg NIV ] ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP
3 οὐδὲ ἁλύσει οὐκέτι WH Treg NIV ] οὔτε ἁλύσεσιν RP
4 ἴσχυεν αὐτὸν WH Treg NIV ] αὐτὸν ἴσχυεν RP
5 μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν WH Treg NIV ] ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP