Mark 4:26-30

SBLGNT(i) 26 Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ⸀ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ⸀βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 ⸀αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, ⸂εἶτα στάχυν, εἶτα⸃ ⸂πλήρης σῖτον⸃ ἐν τῷ στάχυϊ. 29 ὅταν δὲ ⸀παραδοῖ ὁ καρπός, ⸀εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. 30 Καὶ ἔλεγεν· ⸀Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν ⸀τίνι ⸂αὐτὴν παραβολῇ θῶμεν⸃;
SBL Greek NT Apparatus

26 ὡς WH Treg NIV ] + ἐὰν RP
27 βλαστᾷ WH Treg NIV ] βλαστάνῃ RP
28 αὐτομάτη WH Treg NIV ] + γὰρ RP • εἶτα … εἶτα Treg NIV RP ] εἶτεν … εἶτεν WH • πλήρης σῖτον NIV ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg
29 παραδοῖ WH Treg NIV ] παραδῷ RP • εὐθὺς WH Treg NIV ] εὐθέως RP
30 Πῶς WH Treg NIV ] Τίνι RP • τίνι WH Treg NIV ] ποίᾳ RP • αὐτὴν παραβολῇ θῶμεν WH Treg NIV ] παραβολῇ παραβάλωμεν αὐτήν RP