SBLGNT(i)
1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ ⸀συνάγεται πρὸς αὐτὸν ὄχλος ⸀πλεῖστος, ὥστε αὐτὸν ⸂εἰς πλοῖον ἐμβάντα⸃ καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸀ἦσαν. 2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· 3 Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ ⸀σπείρων σπεῖραι. 4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. 5 ⸂καὶ ἄλλο⸃ ἔπεσεν ἐπὶ τὸ πετρῶδες ⸀ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ ⸀εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6 ⸂καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος⸃ ⸀ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. 8 καὶ ⸀ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸀αὐξανόμενα, καὶ ἔφερεν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν⸃ ἑκατόν. 9 καὶ ἔλεγεν· ⸂Ὃς ἔχει⸃ ὦτα ἀκούειν ἀκουέτω.
Mark 4:1-9
SBL Greek NT Apparatus
1 συνάγεται WH Treg NIV ] συνήχθη RP • πλεῖστος WH Treg NIV ] πολύς RP • εἰς πλοῖον ἐμβάντα WH Treg NIV ] ἐμβάντα εἰς τὸ πλοῖον RP • ἦσαν WH Treg NIV ] ἦν RP
3 σπείρων WH NIV ] + τοῦ Treg RP
5 καὶ ἄλλο WH Treg NIV ] Ἄλλο δὲ RP • ὅπου NIV RP ] καὶ ὅπου WH Treg • εὐθὺς WH Treg NIV ] εὐθέως RP
6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NIV ] ἡλίου δὲ ἀνατείλαντος RP • ἐκαυματίσθη WH RP NA ] ἐκαυματίσθησαν Treg NIV
8 ἄλλα WH NIV ] ἄλλο Treg RP • αὐξανόμενα WH NIV ] αὐξανόμενον Treg; αὐξάνοντα RP • ἓν … ἓν … ἓν NIV ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP
9 Ὃς ἔχει WH Treg NIV ] Ὃ ἔχων RP