SBLGNT(i)
23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24 καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· 25 καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ ⸀δυνήσεται ⸂ἡ οἰκία ἐκείνη σταθῆναι⸃· 26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ⸀ἐμερίσθη, οὐ δύναται ⸀στῆναι ἀλλὰ τέλος ἔχει. 27 ⸂ἀλλ’ οὐδεὶς δύναται⸃ ⸂εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη⸃ αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει.
Mark 3:23-27
SBL Greek NT Apparatus
25 δυνήσεται WH Treg NIV ] δύναται RP • ἡ οἰκία ἐκείνη σταθῆναι NIV ] ἡ οἰκία ἐκείνη στῆναι WH Treg; σταθῆναι ἡ οἰκία ἐκείνη RP
26 ἐμερίσθη WH NIV ] μεμέρισται Treg RP • στῆναι WH Treg NIV ] σταθῆναι RP
27 ἀλλ’ οὐδεὶς δύναται Treg ] ἀλλ᾽ οὐ δύναται οὐδεὶς WH NIV; οὐδεὶς δύναται RP • εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη WH Treg NIV ] τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν RP • διαρπάσει WH Treg NIV ] διαρπάσῃ RP