Mark 12:20-23

SBLGNT(i) 20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν ⸂μὴ καταλιπὼν⸃ σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως· 22 καὶ ⸂οἱ ἑπτὰ⸃ οὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατον πάντων ⸂καὶ ἡ γυνὴ ἀπέθανεν⸃. 23 ἐν τῇ ἀναστάσει ⸂ὅταν ἀναστῶσιν⸃ τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
SBL Greek NT Apparatus

21 μὴ καταλιπὼν WH Treg NIV ] καὶ οὐδὲ αὐτὸς ἀφῆκεν RP
22 οἱ ἑπτὰ WH Treg NIV ] ἔλαβον αὐτὴν οἱ ἑπτά καὶ RP • ἔσχατον WH Treg NIV ] Ἐσχάτη RP • καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NIV ] ἀπέθανεν καὶ ἡ γυνή RP
23 ὅταν ἀναστῶσιν RP NA ] –WH Treg NIV