Mark 11:2-4

SBLGNT(i) 2 καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς ⸀οὔπω ἀνθρώπων ⸀ἐκάθισεν· ⸂λύσατε αὐτὸν καὶ φέρετε⸃. 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺς αὐτὸν ἀποστέλλει ⸀πάλιν ὧδε. 4 ⸂καὶ ἀπῆλθον⸃ καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
SBL Greek NT Apparatus

2 εὐθὺς WH Treg NIV ] εὐθέως RP • οὔπω WH Treg NIV ] – RP • ἐκάθισεν WH NIV ] κεκάθικεν Treg RP • λύσατε αὐτὸν καὶ φέρετε WH Treg NIV ] λύσαντες αὐτὸν ἀγάγετε RP
3 ὅτι RP ] – WH Treg NIV • εὐθὺς WH Treg NIV ] εὐθέως RP • πάλιν WH Treg NIV ] – RP
4 καὶ ἀπῆλθον WH Treg NIV ] Ἀπῆλθον δὲ RP • πρὸς WH Treg NIV ] + τὴν RP