SBLGNT(i)
28 ἰδὼν δὲ τὸν ⸀Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς· 29 ⸀παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ⸀ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ⸀ὑπὸ τοῦ ⸀δαιμονίου εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς· Τί σοι ⸂ὄνομά ἐστιν⸃; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι ⸂εἰσῆλθεν δαιμόνια πολλὰ⸃ εἰς αὐτόν. 31 καὶ ⸀παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν ⸀βοσκομένη ἐν τῷ ὄρει· καὶ ⸀παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.
Luke 8:28-32
SBL Greek NT Apparatus
28 Ἰησοῦν WH Treg NIV ] + καὶ RP
29 παρήγγελλεν WH Treg ] παρήγγειλεν NIV RP • ἐδεσμεύετο WH Treg NIV ] ἐδεσμεῖτο RP • ὑπὸ Treg NIV RP ] ἀπὸ WH • δαιμονίου WH Treg NIV ] δαίμονος RP
30 Ἰησοῦς WH NIV ] + λέγων Treg RP • ὄνομά ἐστιν WH Treg NIV ] ἐστιν ὄνομα RP • εἰσῆλθεν δαιμόνια πολλὰ WH NIV ] δαιμόνια πολλὰ εἰσῆλθεν Treg RP
31 παρεκάλουν WH Treg NIV ] παρεκάλει RP
32 βοσκομένη WH NIV ] βοσκομένων Treg RP • παρεκάλεσαν WH Treg NIV ] παρεκάλουν RP