Luke 7:6-7

SBLGNT(i) 6 ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν ⸂φίλους ὁ ἑκατοντάρχης⸃ λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ ⸂ἱκανός εἰμι⸃ ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· 7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ⸀ἰαθήτω ὁ παῖς μου·
SBL Greek NT Apparatus

6 φίλους ὁ ἑκατοντάρχης WH NIV ] πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος Treg; πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους RP • ἱκανός εἰμι WH Treg NIV ] εἰμι ἱκανός RP
7 ἰαθήτω WH Treg NIV ] ἰαθήσεται RP