Luke 7:22-23

SBLGNT(i) 22 καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ⸀τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ⸀κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
SBL Greek NT Apparatus

22 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP • τυφλοὶ WH NIV ] ὅτι τυφλοὶ Treg RP • κωφοὶ Treg RP ] καὶ κωφοὶ WH NIV