SBLGNT(i)
27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους ⸀ὑμᾶς, προσεύχεσθε ⸀περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 ⸀παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ⸀ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.
Luke 6:27-31
SBL Greek NT Apparatus
28 ὑμᾶς WH Treg NIV ] ὑμῖν RP • περὶ WH NIV ] ὑπὲρ Treg RP
30 παντὶ WH NIV ] + δὲ τῷ Treg RP
31 ἄνθρωποι WH NIV ] + καὶ ὑμεῖς Treg RP
28 ὑμᾶς WH Treg NIV ] ὑμῖν RP • περὶ WH NIV ] ὑπὲρ Treg RP
30 παντὶ WH NIV ] + δὲ τῷ Treg RP
31 ἄνθρωποι WH NIV ] + καὶ ὑμεῖς Treg RP