Luke 4:25-26

SBLGNT(i) 25 ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ⸀ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς ⸀Σιδωνίας πρὸς γυναῖκα χήραν.
SBL Greek NT Apparatus

25 ἐπὶ NIV RP ] – WH Treg
26 Σιδωνίας WH Treg NIV ] Σιδῶνος RP