Luke 4:16-18

SBLGNT(i) 16 Καὶ ἦλθεν ⸀εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον ⸂τοῦ προφήτου Ἠσαΐου⸃ καὶ ⸀ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν ⸀με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
SBL Greek NT Apparatus

16 εἰς WH Treg NIV ] + τὴν RP
17 τοῦ προφήτου Ἠσαΐου WH Treg NIV ] Ἠσαΐου τοῦ προφήτου RP • ἀναπτύξας NIV RP ] ἀνοίξας WH Treg
18 με WH Treg NIV ] + ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν RP