Luke 24:5-7

SBLGNT(i) 5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν ⸂τὰ πρόσωπα⸃ εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6 ⸂οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⸃ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων ⸂τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ⸃ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
SBL Greek NT Apparatus

5 τὰ πρόσωπα WH Treg NIV ] τὸ πρόσωπον RP
6 οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη Treg NIV RP ] ⟦WH⟧
7 τὸν … ἀνθρώπου ὅτι δεῖ WH Treg NIV ] ὅτι δεῖ τὸν … ἀνθρώπου RP