Luke 23:47-48

SBLGNT(i) 47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ⸀ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ⸀θεωρήσαντες τὰ γενόμενα, ⸀τύπτοντες τὰ στήθη ὑπέστρεφον.
SBL Greek NT Apparatus

47 ἐδόξαζεν WH Treg NIV ] ἐδόξασεν RP
48 θεωρήσαντες WH Treg NIV ] θεωροῦντες RP • τύπτοντες WH Treg NIV ] + ἑαυτῶν RP