Luke 23:35-37

SBLGNT(i) 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ⸀ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς ⸂τοῦ θεοῦ, ὁ⸃ ἐκλεκτός. 36 ⸀ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ⸀ὄξος προσφέροντες αὐτῷ 37 καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
SBL Greek NT Apparatus

35 ἄρχοντες WH Treg NIV ] + σὺν αὐτοῖς RP • τοῦ θεοῦ ὁ WH NIV ] ὁ τοῦ θεοῦ Treg RP
36 ἐνέπαιξαν WH NIV ] ἐνέπαιζον Treg RP • ὄξος WH Treg NIV ] καὶ ὄξος RP