Luke 23:2-3

SBLGNT(i) 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ⸀ἡμῶν καὶ κωλύοντα ⸂φόρους Καίσαρι⸃ διδόναι ⸀καὶ λέγοντα ⸀αὑτὸν χριστὸν βασιλέα εἶναι. 3 ὁ δὲ Πιλᾶτος ⸀ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις.
SBL Greek NT Apparatus

2 ἡμῶν WH Treg NIV ] – RP • φόρους Καίσαρι WH Treg NIV ] Καίσαρι φόρους RP • καὶ WH Treg NIV ] – RP • αὑτὸν WH ] ἑαυτὸν Treg NIV RP
3 ἠρώτησεν WH Treg NIV ] ἐπηρώτησεν RP