Luke 23:18-20

SBLGNT(i) 18 ⸀Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν ⸀τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον ⸂βληθεὶς ἐν τῇ φυλακῇ⸃. 20 πάλιν ⸀δὲ ὁ Πιλᾶτος ⸀προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
SBL Greek NT Apparatus

18 Ἀνέκραγον WH Treg NIV ] Ἀνέκραξαν RP • τὸν WH Treg NIV ] – RP
19 βληθεὶς ἐν τῇ φυλακῇ WH Treg NIV ] βεβλημένος εἰς φυλακήν RP
20 δὲ WH Treg NIV ] οὖν RP •  προσεφώνησεν Treg RP ] + αὐτοῖς WH NIV