Luke 21:2-4

SBLGNT(i) 2 εἶδεν δέ ⸀τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸂λεπτὰ δύο⸃, 3 καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ⸂ἡ πτωχὴ αὕτη⸃ πλεῖον πάντων ἔβαλεν· 4 ⸀πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ ⸀δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸀πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
SBL Greek NT Apparatus

2 τινα WH Treg NIV ] + καὶ RP • λεπτὰ δύο WH Treg NIV ] δύο λεπτά RP
3 ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NIV
4 πάντες WH NIV ] ἅπαντες Treg RP • δῶρα WH NIV ] + τοῦ θεοῦ Treg RP • πάντα WH Treg NIV ] ἅπαντα RP