Luke 21:12-19

SBLGNT(i) 12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 ⸀ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. 14 ⸀θέτε οὖν ⸂ἐν ταῖς καρδίαις⸃ ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν⸃ ⸀ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων⸃, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19 ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθε τὰς ψυχὰς ὑμῶν.
SBL Greek NT Apparatus

12 τὰς WH Treg NIV ] – RP • ἀπαγομένους WH Treg NIV ] ἀγομένους RP
13 ἀποβήσεται WH NIV ] + δὲ Treg RP
14 θέτε WH Treg NIV ] Θέσθε RP • ἐν ταῖς καρδίαις WH Treg NIV ] εἰς τὰς καρδίας RP
15 ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NIV ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP • ἅπαντες WH Treg NIV ] πάντες RP
16 ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NIV ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP
19 κτήσασθε WH NIV RP ] κτήσεσθε Treg