Luke 14:31-32

SBLGNT(i) 31 ἢ τίς βασιλεὺς πορευόμενος ⸂ἑτέρῳ βασιλεῖ συμβαλεῖν⸃ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸀βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸀ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν; 32 εἰ δὲ μήγε, ἔτι ⸂αὐτοῦ πόρρω⸃ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸀τὰ πρὸς εἰρήνην.
SBL Greek NT Apparatus

31 ἑτέρῳ βασιλεῖ συμβαλεῖν WH Treg NIV ] συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP • βουλεύσεται WH NIV ] βουλεύεται Treg RP • ὑπαντῆσαι WH Treg NIV ] ἀπαντῆσαι RP
32 αὐτοῦ πόρρω WH Treg NIV ] πόρρω αὐτοῦ RP • τὰ Treg NIV RP ] – WH