Luke 12:53-57

SBLGNT(i) 53 ⸀διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ⸀ἐπὶ ⸀θυγατέρα καὶ θυγάτηρ ἐπὶ ⸂τὴν μητέρα⸃, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν ⸀πενθεράν. 54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν ⸀ἴδητε νεφέλην ἀνατέλλουσαν ⸀ἐπὶ δυσμῶν, εὐθέως λέγετε ⸀ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν ⸂δὲ καιρὸν⸃ τοῦτον πῶς ⸂οὐκ οἴδατε δοκιμάζειν⸃; 57 Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
SBL Greek NT Apparatus

53 διαμερισθήσονται WH Treg NIV ] Διαμερισθήσεται RP • ἐπὶ WH Treg RP ] + τὴν NIV • θυγατέρα WH Treg NIV ] θυγατρί RP • τὴν μητέρα WH Treg NIV ] μητρί RP • πενθεράν WH Treg NIV ] + αὐτῆς RP
54 ἴδητε WH Treg ] + τὴν NIV RP • ἐπὶ WH NIV ] ἀπὸ Treg RP • ὅτι WH Treg NIV ] – RP
56 δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NIV • οὐκ οἴδατε δοκιμάζειν WH Treg NIV ] οὐ δοκιμάζετε RP