SBLGNT(i)
33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ ⸀ἰδὼν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 35 καὶ ἐπὶ τὴν ⸀αὔριον ἐκβαλὼν ⸂δύο δηνάρια ἔδωκεν⸃ τῷ πανδοχεῖ καὶ ⸀εἶπεν· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 ⸀τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
Luke 10:33-36
SBL Greek NT Apparatus
33 ἰδὼν WH NIV ] + αὐτὸν Treg RP
35 αὔριον WH Treg NIV ] + ἐξελθών RP • δύο δηνάρια ἔδωκεν WH Treg RP ] ἔδωκεν δύο δηνάρια NIV • εἶπεν WH Treg NIV ] + αὐτῷ RP
36 τίς WH NIV ] + οὖν Treg RP
33 ἰδὼν WH NIV ] + αὐτὸν Treg RP
35 αὔριον WH Treg NIV ] + ἐξελθών RP • δύο δηνάρια ἔδωκεν WH Treg RP ] ἔδωκεν δύο δηνάρια NIV • εἶπεν WH Treg NIV ] + αὐτῷ RP
36 τίς WH NIV ] + οὖν Treg RP